페이지 이미지
PDF
ePub

402

θῆρας, ἢ πολλάν τε καὶ ἡσύχιον

βουσὶν εἰράναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον

γλυκὺν

παῦρον ἐπὶ γλεφάροις

ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀπ.

Κίχε νιν λέοντί ποτ ̓ εὐρυφαρέτρας

ὀμβρίμῳ μούναν παλαίοισαν

ἄτερ ἐγχέων ἑκάεργος Απόλλων·

αὐτίκα δ ̓ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνα

Σεμνὸν ἄντρον, Φιλυρίδα, προλιπών θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν

θαύμασον, οἷον αταρβεῖ νεῖκος ἄγει κραδίᾳ, μόχθου καθύπερθε νεανις

ἦτορ ἔχοισα· φόβῳ δ ̓ οὐ κεχείμανται φρένες.

τίς νιν ἀνθρώπων τέκεν ; ποίας δ ̓ ἀποσπασθεῖσα φύτλας ὀρέων κευθμώνας ἔχει σκιοέντων,

γεύεται δ ̓ ἀλκᾶς ἀπειράντου.

PINDARVS

HYMN TO THE SUN UNDER ECLIPSE

Ακτὶς ̓Αελίου, τί, πολύσκοπε, μηδομένα, μᾶτερ ομμάτων,

ἄστρον ὑπέρτατον ἐν ἡμέρᾳ κλεπτόμενον,

ἔθηκας ἀμάχανον ἰσχὺν ποτανὰν ἀνδράσιν

καὶ σοφίας ὁδόν,

ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα

ἐλαύνειν τι νεώτερον ἢ πάρος;

ἀλλά σε πρὸς Διὸς ἵππους ζαθέας ἱκετεύω

ἀπήμον ̓ ἐς ὄλβον τράποις Θήβαις,

ὦ πότνια, πάγκοινον τέρας.

πολέμου δ ̓ εἰ σᾶμα φέρεις τινός, ἢ καρποῦ φθίσιν, ἢ νιφετοῦ σθένος υπέρφατον,

στάσιν οὐλομέναν, ἢ πόντου κενέωσιν ἀνὰ πέδον, ἢ παγετὸν χθονός, ἢ νότιον θέρος ὕδατι ζακότῳ διερόν, ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος,

ὀλοφύρομαι οὐδὲν ὅτι πάντων μέτα πείσομαι.

PINDARVS

403

THE BIRTH AND INFANCY OF HERACLES

̓Αλλ ̓ ἐπεὶ σπλάγχνων ὕπο μάτερος αὐτίκα θαητὰν ἐς
αἴγλαν παῖς Διὸς

ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
οὐ λαθὼν χρυσόθρονον

Ηραν κροκωτὸν σπάργανον ἐγκατέβα
ἀλλὰ θεῶν βασιλέα

σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ·

τοὶ μὲν οἰχθεισῶν πυλῶν

ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαώτες· ὁ δ ̓ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,

δισσαῖσι δοιοὺς αὐχένων

μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
ἀγχομένοις δὲ χρόνος

ψυχὰς ἀπέπνευσεν μέλεων ἀφάτων.

ἐκ δ ̓ ἄρ ̓ ἄτλατον βέλος

πλᾶξε γυναῖκας, ὅσαι τύχον ̓Αλκμήνας ἀρήγοισαι λέγει· καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ ̓ ἀπὸ

στρώμνας, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. 404 Τάχυ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἔδραμον σὺν ὅπλοις ἀθρόοι·

ἐν χερὶ δ ̓ ̓Αμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετ ̓, ὀξείαις ἀνίαισι τυπείς· τὸ γὰρ οἰκεῖον πιέζει πάνθ' ὁμῶς·

εὐθὺς δ ̓ ἀπήμων κραδία κάδος ἀμφ ̓ ἀλλότριον.

ἔστα δὲ θάμβει δυσφόρῳ

τερπνῷ τε μιχθεὶς· εἶδε γὰρ ἐκνόμιον

λῆμά τε καὶ δύναμιν

υἱοῦ· παλίγγλωσσον δὲ οἱ ἀθάνατοι

ἀγγέλων ῥῆσιν θέσαν.

γείτονα δ ̓ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν· ὁ δὲ οἱ φράζε καὶ πάντι

στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

ὅσσους μὲν ἐν χέρσῳ κτανὼν,

ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·

καί τινα σὺν πλαγίῳ

ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον

φασέ νιν δώσειν μόρῳ.

καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας γιγάντεσσιν μάχαν ἀντίαζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαία πεφύρσεσθαι κόμαν

ἔνεπεν· αὐτὸν μὲν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ ἀσυχίαν τὸν ἅπαντα χρόνον ποίναν λαχόντ ̓ ἐξαίρετον ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ηβαν ἄκοιτιν καὶ γάμον

δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν δόμον.

PINDARVS

405 THE HAPPINESS OF THE GOOD IN A FUTURE STATE— A DESCRIPTION OF THE ELYSIAN FIELDS

Ἴσον δὲ νύκτεσσιν αἰεί,

ἴσα δ' ἐν ἡμέραις ἀέλιον ἔχοντες ἀπονέστερον

ἐσλοὶ δεδόρκαντι βίον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ

οὐδὲ πόντιον ὕδωρ

κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις

θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
αἰῶνα· τοὶ δ ̓ ἀπροσόρατον ἐκχέοντι πόνον.

ὅσοι δ ̓ ἐτόλμασαν ἐστρὶς

ἐκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν

ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔθα μακάρων

νάσος ὠκεανίδες

αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,

τὰ μὲν χερσόθεν ἀπ ̓ ἀγλαῶν δενδρέων, ὕδωρ δ ̓ ἄλλα φέρει,

ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ κεφαλὰς

βουλαῖς ἐν ὀρθαῖς Ραδαμάνθυος,

ὃν πατὴρ ἔχει Κρόνος ἑτοῖμον αὐτῷ πάρεδρον,
πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.

PINDARVS

406 THE SORROWS OF HELlas for the DEATH OF HER

HEROES BEFORE TROY

Τὰ μὲν κατ' οἴκους ἐφ ̓ ἑστίας ἄχη
τάδ ̓ ἐστί, καὶ τῶνδ ̓ ὑπερβατώτερα.

407

τὸ πᾶν δ ̓ ἀπ' αἴας Ἑλλάδος ξυνορμένοις
πένθεια τλησικάρδιος

δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἡπαρ·
οὓς μὲν γάρ τις ἔπεμψεν

οἶδεν, ἀντὶ δὲ φωτῶν

τεύχη καὶ σποδὸς εἰς ἑκάστου δόμους ἀφικνεῖται.
ὁ χρυσαμοιβὸς δ ̓ Αρης σωμάτων,
καὶ ταλαντοῦχος ἐν μάχῃ δορός,
πυρωθὲν ἐξ Ιλίου

φίλοισι πέμπει βαρύ

ψήγμα δυσδάκρυτον, ἀν

τήνορος σποδοῦ γεμίζων λέβητας εὐθέτου.

στένουσι δ ̓ εὖ λέγοντες ἄν

δρα τὸν μὲν ὡς μάχης ίδρις,
τὸν δ ̓ ἐν φοναῖς καλῶς πεσόντ ̓ ἀλ-

λοτρίας διαὶ γυναικός"

τὰ δὲ σιγά τις βαΰζει

φθονερὸν δ ̓ ὑπ ̓ ἄλγος ἕρπει

προδίκοις 'Ατρείδαις.

THE SCOURGE OF WAR

AESCHYLVS

Οφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοι

νον "Αιδαν

κεῖνος ἀνήρ, ὃς στυγερῶν ἔδειξ ̓ ὅπλων

Ελλασι κοινὸν ̓Αρη.

ἰὼ πόνοι πρόπονοι·

κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.

ἐκεῖνος οὐ στεφάνων

οὔτε βαθειᾶν κυλίκων

νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,

οὔτε γλυκὺν αὐλῶν ὄτοβον

δύσμορος οὔτ ̓ ἐννυχίαν

τέρψιν ἰαύειν.

ἐρώτων δ ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι,

κείμαι δ' αμέριμνος οὕτως,

ἀεὶ πυκιναῖς δρόσοις

τεγγόμενος κόμας,

λυγρᾶς μνήματα Τροίας.

SOPHOCLES

[blocks in formation]

Χαῖρέ μοι, Ρώμα, θυγάτηρ "Αρηος,
χρυσεόμιτρα, δαίφρων ἄνασσα,
σεμνὸν ἃ ναίεις ἐπὶ γᾶς Ολυμπον
αἰὲν ἄθραυστον.

σοὶ μόνα πρέσβειρα δέδωκε Μοῖρα
κῦδος ἀρρήκτω βασιλῇον ἀρχᾶς,
ὄφρα κοιρανῇον ἔχοισα κάρτος
ἀγεμονεύης.

σᾷ δ ̓ ὑπὸ σδευγλᾷ κρατερῶν λεπάδνων
στέρνα γαίας καὶ πολιᾶς θαλάσσας
σφίγγεται· σὺ δ ̓ ἀσφαλέως κυβερνᾷς
ἄστεα λαῶν.

πάντα δὲ σφάλλων ὁ μέγιστος αἴων,
καὶ μεταπλάσσων βίον ἄλλοτ ̓ ἄλλως,
σοὶ μόνᾳ πλησίστιον οὖρον ἀρχᾶς
οὐ μεταβάλλει.

ἡ γὰρ ἐκ πάντων σὺ μόνα κρατίστους
ἄνδρας αἰχματας μεγάλως λοχεύεις,
εὔσταχυν, Δάματρος ὅπως, ἀνεῖσα
καρπὸν ἀπ ̓ ἀνδρῶν.

MELINNO

409 THE POWER OF HARMONY TO CURB THE TURBULENT

PASSIONS OF THE SOUL

Χρυσέα φόρμιγξ, Απόλλωνος καὶ ἰοπλοκάμων

σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, α

γλαΐας ἀρχά,

πείθονται δ ̓ ἀοιδοὶ σάμασιν,

ἀγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελι

ζομένα.

καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις

ἀενάου πυρός· εὕδει δ ̓ ἀνὰ σκάπτῳ Διὸς αἰετός,

ὠκεῖαν πτέρυγ ̓ ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ ̓ ἐπὶ οἱ νεφέλαν

F. S. II.

13

« 이전계속 »