ÆäÀÌÁö À̹ÌÁö
PDF
ePub

417

πρὶν πυρὶ θερμῷ πόδα τις προσαύρῃ·

σοφίᾳ γὰρ ἔκ του

κλεινὸν ἔπος πέφανται,

τὸ κακὸν δοκεῖν ποτ ̓ ἐσθλὸν

τῷδ ̓ ἔμμεν, ὅτῳ φρένας

θεὸς ἄγει πρὸς ἄταν·

πράσσει δ ̓ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας.

THE LAMENT OF ELECTRA

Ω φάος ἁγνὸν

καὶ γῆς ἰσόμοιρ ̓ ἀήρ, ως μοι
πολλὰς μὲν θρήνων ᾠδάς,
πολλὰς δ ̓ ἀντήρεις ᾔσθου
στέρνων πλαγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
τὰ δὲ παννυχίδων ἤδη στυγεραί
ξυνίσασ ̓ εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
πατέρ', ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος Αρης οὐκ ἐξένισεν,
μήτηρ δ ̓ ἡμὴ χώ κοινολεχὴς
Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,
σχίζουσι κάρα φονίω πελέκει.
κοὐδεὶς τούτων οἶκτος ἀπ ̓ ἄλλης
ἢ μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
αἰκῶς οἰκτρῶς τε θανόντος.
ἀλλ ̓ οὐ μὲν δὴ

λήξω θρόνων στυγερών τε γόων,
ἔς τ ̓ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ ̓ ἦμαρ,
μὴ οὐ τεκνολέτειρ ̓ ὡς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων

πρὸ θυρῶν ἠχω πᾶσι προφωνεῖν.

SOPHOCLES

SOPHOCLES

418 THE REVENGE OF DEMETER FOR THE LOSS

OF HER DAUGHTER

Δρομαίων δ' ὅτε πολυπλανήτων

μάτηρ ἔπαυσε πόνων,

419

ματεύουσ ̓ ἀπόρους

θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονας δ ̓ ἐπέρασ
Ἰδαιαν Νυμφᾶν σκοπιάς
ῥίπτει δ' ἐν πένθει

πέτρινα κατὰ δρία πολυνιφέα·
βροτοῖσι δ ̓ ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσ ̓ ἀρότοις
λαῶν φθείρει γενεάν

ποίμναις δ ̓ οὐχ ἵει θαλεράς
βοσκὰς εὐφύλλων ἑλίκων
πολέων δ ̓ ἀπέλειπε βίος,
οὐδ ̓ ἦσαν θεῶν θυσίαι,
βωμοῖς τ ̓ ἄφλεκτοι πέλανοι·
πηγάς τ' αμπαύει δροσερὰς

λευκῶν ἐκβάλλειν ὑδάτων
πένθει παιδὸς ἀλάστῳ,

EVRIPIDES

THE WISDOM OF SELF-CONTROL AND EVIL

CONSEQUENCES OF PRIDE

Αχαλίνων στομάτων

ἀνόμου τ ̓ ἀφροσύνας

τὸ τέλος δυστυχία·

ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν
ἀσάλευτόν τε μένει

καὶ συνέχει δώματα· πόρ-
σω γὰρ ὅμως αιθέρα ναί-

οντες ὁρῶσιν τὰ βροτῶν Οὐρανίδαι
τὸ σόφον δ ̓ οὐ σοφία,
τό τε μὴ θνατὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτου
δέ τις ἂν μεγάλα διώκων
τὰ πάροντ ̓ οὐχὶ φέροι·
μαινομένων οἶδε τρόποι

καὶ κακοβούλων παρ ̓ ἔμοιγε φωτῶν.

EVRIPIDES

420

421

THE EVILS OF UNCONTROLLED LOVE

Ἔρωτες ὑπὲρ μὲν ἄγαν

ἐλθόντες οὐκ εὐδοξίαν

οὐδ ̓ ἀρετὰν παρέδωκαν ἀνδράσιν. εἰ δ ̓ ἅλις ἔλθοι Κύπρις, οὐκ ἄλλα θεὸς

εὔχαρις οὕτω.

μήποτ ̓, ὦ δέσποιν ̓, ἐπ ̓ ἐμοὶ

χρυσέων τόξων ἐφείης

ἱμέρῳ χρίσασ ̓ ἄφυκτον οἰστόν.

στέργοι δέ με σωφροσύνα,

δώρημα κάλλιστον θεῶν.

μηδέ ποτ' ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη
θυμὸν ἐκπλήξασ ̓ ἑτέ-

ροις ἐπὶ λέκτροις,

προσβάλοι δεινὰ Κύπρις, ἀ-
πτολέμους δ ̓ εὐνὰς σεβίζουσ',
ὀξύφρων κρίνοι λέχη γυναικών.
ὦ πατρίς, ὦ δῶμά τ ̓ ἐμόν,
μὴ δῆτ ̓ ἄπολις γενοίμαν
τὸν ἀμαχανίας ἔχουσα
δυσπέρατον αἰῶν

οἰκτροτάτων ἀχέων.

θανάτῳ θανάτῳ πάρος δαμείην

ἁμέραν τάνδ ̓ ἐξανύσασα· μόχθων δ ̓
οὐκ ἄλλος ύπερθεν

ἢ γᾶς πατρίας στέρεσθαι.

ION'S MORNING SONG

Αρματα μὲν τάδε λαμπρὰ τεθρίππων
ἥλιος ἤδη κάμπτει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πῦρ τόδ ̓ ἀπ' αἰθέρος
ἐς νύχθ ̓ ἱεράν,

Παρνησιάδες δ ̓ ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν

ἁψίδα βροτοῖσι δέχονται.

σμύρνης δ ̓ ἀνύδρου καπνὸς εἰς ὀρόφους

EVRIPIDES

Φοίβου πέτεται,

θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσ ̓ Ἕλλησι βοάς,
ὃς ἂν ̓Απόλλων κελαδήσῃ.
ἀλλ ̓, ὦ Φοίβου Δελφοὶ θέραπες,
τὰς Κασταλίας ἀργυροειδεῖς
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς·
στόμα τ' εὔφημον φρουρεῖν ἀγαθόν,
φήμας τ ̓ ἀγαθὼς τοῖς ἐθέλουσιν
μαντεύεσθαι

γλώσσης ἰδίας ἀποφαίνειν.
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θ ̓ ἱεροῖς ἐσόδους Φοίβου
καθαρὰς θήσομεν ὑγραῖς τε πέδον
ῥανίσιν νοτερὸν, πτηνῶν τ ̓ ἀγέλας,
αἱ βλάπτουσιν

σέμν ̓ ἀναθήματα, τόξοισιν ἐμοῖς
φυγάδας θήσομεν ὡς γὰρ ἀμήτωρ
ἀπάτωρ τε γεγὼς τοὺς θρέψαντας

Φοίβου ναοὺς θεραπεύω.

EVRIPIDES

422

DIRGE ON ALCESTIS ADDRessed tO ADMETUS

Ἐγὼ καὶ διὰ μούσας

καὶ μετάρσιος ᾖξα, καὶ
πλείστων αψάμενος λόγων
κρείσσον οὐδὲν ἀνάγκας
ηὗρον, οὐδέ τι φάρμακον

Θρήσσαις ἐν σανίσιν, τὰς

Ορφεία κατέγραψεν

γῆρυς, οὐδ ̓ ὅσα Φοῖβος Ασκληπιάδαις ἔδωκε

φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.

μόνας δ ̓ οὔτ ̓ ἐπὶ βωμοὺς
ἐλθεῖν οὔτε βρέτας θεᾶς
ἔστιν, οὐ σφαγίων κλύει,
μή μοι, πότνια, μείζων

423

ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.

καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,

σὺν σοὶ τοῦτο τελευτᾷ.

καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.

καὶ σ ̓ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς·

τόλμα δ'· οὐ γὰρ ἀνάξεις ποτ ̓ ἔνερθεν

κλαίων τοὺς φθιμένους ἄνω.

καὶ θεῶν σκότιοι φθίνουσι

παῖδες ἐν θανάτῳ.

φίλα μὲν ὅτ ̓ ἦν μεθ ̓ ἡμῶν,
φίλα δ ̓ ἔτι καὶ θανοῦσα·
γενναιοτάταν δὲ πασᾶν

ἐζεύξω κλισίαις ἄκοιτιν.

μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
τύμβος σᾶς ἀλόχου, θεοῖσι δ ̓ ὁμοίως

τιμάσθω, σέβας ἐμπόρων.
καί τις δοχμίαν κέλευθον
ἐμβαίνων τόδ ̓ ἐρεῖ·
Αὖτα ποτὲ προὔθαν ̓ ἀνδρός,
νῦν δ ̓ ἐστὶ μάκαιρα δαίμων,
χαῖρ ̓, ὦ πότνι, εὖ δὲ δοίης.
Τοΐαί νιν προσεροῦσι φᾶμαι.

EVRIPIDES

ODE SUNG BY CAPTIVE TROJAN WOMEN ON

THEIR WAY TO HELLAS

Ἐγὼ δὲ πλόκαμον ἀναδέτοις

μίτραισιν ἐρρυθμιζόμαν

χρυσέων ἐνόπτρων

λεύσσουσ ̓ ἀτέμμονας εἰς αὐγάς,
ἐπιδέμνιος ὡς πέσοιμ' ἐς εὐνάν.

ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·

κέλευσμα δ ̓ ἦν κατ ̓ ἄστυ Τροίας τόδ'·
παῖδες Ἑλλάνων πότε δὴ πότε τὰν
Ιλιάδα σκοπιὰν πέρσαντες ἥξετ' οἴκους;
λέχη δὲ φίλια μονόπεπλος

λιποῦσα, Δωρὶς ὡς χόρα,

« ÀÌÀü°è¼Ó »